Revelation of John 19

1Μετὰ ταῦτα ἤκουσα ὡς φωνὴν μεγάλην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷ λεγόντων· Ἁλληλουϊά· σωτηρία καὶ
 δόξα καὶ ἡ δύναμις = WH Treg NA/NIV: || δύναμις καὶ ἡ δόξα = RP
δόξα καὶ δύναμις ⸃ τοῦ θεοῦ ἡμῶν,
2ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ· ὅτι ἔκρινεν τὴν πόρνην τὴν μεγάλην ἥτις
 ἔφθειρεν = WH Treg NA/NIV: || διέφθειρεν = RP
ἔφθειρεν τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐξεδίκησεν τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸς αὐτῆς.
3καὶ δεύτερον
 εἴρηκαν = WH Treg NA/NIV: || εἴρηκεν = RP
εἴρηκαν· Ἁλληλουϊά· καὶ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
4καὶ ἔπεσαν οἱ πρεσβύτεροι οἱ εἴκοσι τέσσαρες καὶ τὰ τέσσαρα ζῷα, καὶ προσεκύνησαν τῷ θεῷ τῷ καθημένῳ ἐπὶ
 τῷ θρόνῳ = WH Treg NA/NIV: || τοῦ θρόνου = RP
τῷ θρόνῳ ⸃ λέγοντες· Ἀμήν, Ἁλληλουϊά.

5Καὶ φωνὴ ἀπὸ τοῦ θρόνου ἐξῆλθεν λέγουσα· Αἰνεῖτε
 τῷ θεῷ = WH Treg NA/NIV: || τὸν θεὸν = RP
τῷ θεῷ ⸃ ἡμῶν, πάντες οἱ δοῦλοι αὐτοῦ,
 καὶ = Treg NA/NIV RP: || [omit] = WH
καὶ οἱ φοβούμενοι αὐτόν, οἱ μικροὶ καὶ οἱ μεγάλοι.
6καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ καὶ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν,
 λεγόντων = WH Treg NA/NIV: || λέγοντες = RP
λεγόντων· Ἁλληλουϊά, ὅτι ἐβασίλευσεν κύριος,
 θεός = Holmes WHmarg: || θεός ἡμῶν = WH Treg NA/NIV RP
θεός, παντοκράτωρ.
7χαίρωμεν καὶ
 ἀγαλλιῶμεν = WH Treg NA/NIV: || ἀγαλλιώμεθα = RP
ἀγαλλιῶμεν, καὶ
 δώσομεν = WH: || δώσωμεν = NA/NIV; || δῶμεν = Treg RP
δώσομεν τὴν δόξαν αὐτῷ, ὅτι ἦλθεν γάμος τοῦ ἀρνίου, καὶ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν,
8καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται βύσσινον
 λαμπρὸν = WH Treg NA/NIV: || λαμπρὸν καὶ = RP
λαμπρὸν καθαρόν, τὸ γὰρ βύσσινον τὰ δικαιώματα τῶν ἁγίων ἐστίν.

9Καὶ λέγει μοι· Γράψον· Μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι. καὶ λέγει μοι· Οὗτοι οἱ λόγοι ἀληθινοὶ τοῦ θεοῦ εἰσιν. 10καὶ ἔπεσα ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ. καὶ λέγει μοι· Ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ· τῷ θεῷ προσκύνησον· γὰρ
 μαρτυρία = WH Treg NA/NIV: || μαρτυρία τοῦ = RP
μαρτυρία Ἰησοῦ ἐστιν τὸ πνεῦμα τῆς προφητείας.

11Καὶ εἶδον τὸν οὐρανὸν ἠνεῳγμένον, καὶ ἰδοὺ ἵππος λευκός, καὶ καθήμενος ἐπ᾽ αὐτὸν
 πιστὸς καλούμενος = WH Treg: || καλούμενος πιστὸς = NA/NIV RP
πιστὸς καλούμενος ⸃ καὶ ἀληθινός, καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ.
12οἱ δὲ ὀφθαλμοὶ
 αὐτοῦ = WH Treg RP: || αὐτοῦ ὡς = NA/NIV
αὐτοῦ φλὸξ πυρός, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά,
 ἔχων = WH Treg NA/NIV: || ἔχων ὀνόματα γεγραμμένα καὶ = RP
ἔχων ὄνομα γεγραμμένον οὐδεὶς οἶδεν εἰ μὴ αὐτός,
13καὶ περιβεβλημένος ἱμάτιον
 βεβαμμένον = Treg NA/NIV RP: || ῤεραντισμένον = WH
βεβαμμένον αἵματι, καὶ
 κέκληται = WH Treg NA/NIV: || καλεῖται = RP
κέκληται τὸ ὄνομα αὐτοῦ Λόγος τοῦ Θεοῦ.
14καὶ τὰ στρατεύματα
 τὰ = WH NA/NIV RP: || [omit] = Treg
τὰ ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐφ᾽ ἵπποις λευκοῖς, ἐνδεδυμένοι βύσσινον λευκὸν καθαρόν.
15καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται
 ῥομφαία = WH Treg NA/NIV: || ῥομφαία δίστομος = RP
ῥομφαία ὀξεῖα, ἵνα ἐν αὐτῇ πατάξῃ τὰ ἔθνη, καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς τοῦ θεοῦ τοῦ παντοκράτορος.
16καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ ὄνομα γεγραμμένον· Βασιλεὺς βασιλέων καὶ κύριος κυρίων.

17Καὶ εἶδον
 ἕνα = WH Treg NA/NIV: || [omit] = RP
ἕνα ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ, καὶ
 ἔκραξεν = Treg RP: || ἔκραξεν ἐν = WH NA/NIV
ἔκραξεν φωνῇ μεγάλῃ λέγων πᾶσι τοῖς ὀρνέοις τοῖς πετομένοις ἐν μεσουρανήματι· Δεῦτε συνάχθητε εἰς τὸ δεῖπνον τὸ μέγα τοῦ θεοῦ,
18ἵνα φάγητε σάρκας βασιλέων καὶ σάρκας χιλιάρχων καὶ σάρκας ἰσχυρῶν καὶ σάρκας ἵππων καὶ τῶν καθημένων ἐπ᾽
 αὐτῶν = NA/NIV RP: || αὐτούς = WH Treg
αὐτῶν, καὶ σάρκας πάντων ἐλευθέρων τε καὶ δούλων καὶ μικρῶν
 καὶ = WH Treg NA/NIV: || τε καὶ = RP
καὶ μεγάλων.
19καὶ εἶδον τὸ θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς καὶ τὰ στρατεύματα αὐτῶν συνηγμένα ποιῆσαι
 τὸν = WH Treg NA/NIV: || [omit] = RP
τὸν πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ.
20καὶ ἐπιάσθη τὸ θηρίον καὶ
 μετ᾽ αὐτοῦ ὁ = WH Treg NA/NIV: || ὁ μετ᾽ αὐτοῦ = RP
μετ᾽ αὐτοῦ ὁ ⸃ ψευδοπροφήτης ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησεν τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ· ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς
 τῆς καιομένης = WH Treg NA/NIV: || τὴν καιομένην = RP
τῆς καιομένης ⸃ ἐν θείῳ.
21καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ῥομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου τῇ ἐξελθούσῃ ἐκ τοῦ στόματος αὐτοῦ, καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν αὐτῶν.



Copyright information for SBLG